Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  2. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  3. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  4. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  5. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  6. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  7. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  8. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  9. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι