Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  2. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  3. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  4. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  5. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  6. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  7. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  8. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·