Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  2. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  3. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  4. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  5. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  6. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  7. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  8. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  9. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  10. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  11. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  12. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  13. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  14. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  15. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  16. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  17. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  18. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  19. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  20. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  21. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  22. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  23. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  24. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  25. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  26. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  27. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  28. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  29. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  30. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  31. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  32. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  33. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  34. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  35. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  36. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  37. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  38. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  39. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  40. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  41. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  42. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  43. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  44. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  45. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  46. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  47. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  48. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  49. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  50. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  51. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  52. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  53. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  54. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  55. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  56. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  57. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  58. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  59. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  60. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  61. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  62. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  63. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  64. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  65. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  66. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  67. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  68. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  69. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  70. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  71. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  72. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  73. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  74. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  75. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  76. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  77. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  78. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  79. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  80. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  81. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  82. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  83. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  84. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  85. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  86. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  87. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  88. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  89. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  90. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  91. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  92. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  93. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  94. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  95. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  96. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  97. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  98. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  99. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  100. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  101. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  102. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  103. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  104. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  105. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  106. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  107. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  108. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  109. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  110. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  111. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  112. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  113. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  114. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  115. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  116. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  117. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  118. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  119. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  120. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  121. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  122. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  123. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  124. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  125. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  126. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  127. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  128. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  129. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  130. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  131. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  132. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  133. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  134. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  135. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  136. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  137. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  138. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  139. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  140. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  141. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  142. ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  143. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  144. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  145. Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  146. τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  147. ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  148. ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  149. ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  150. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  151. πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  152. πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  153. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  154. εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  155. Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
  156. Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
  157. ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
  158. αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
  159. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
  160. ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
  161. νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
  162. ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  163. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  164. εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  165. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  166. ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  167. ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  168. ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  169. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  170. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  171. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  172. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  173. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  174. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  175. ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  176. πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  177. τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
  178. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
  179. ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  180. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  181. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
  182. ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
  183. οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
  184. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  185. αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
  186. μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
  187. ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
  188. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  189. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  190. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  191. τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  192. πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  193. ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  194. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  195. ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  196. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  197. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  198. εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  199. τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
  200. πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
  201. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
  202. αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
  203. λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
  204. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
  205. καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
  206. αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
  207. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
  208. ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
  209. ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
  210. ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
  211. τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
  212. καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
  213. ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
  214. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  215. ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  216. αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
  217. ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  218. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  219. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
  220. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  221. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  222. καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
  223. ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
  224. τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
  225. τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
  226. τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
  227. πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
  228. εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
  229. ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
  230. ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  231. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  232. φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  233. τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  234. ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  235. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  236. ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  237. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  238. φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  239. ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  240. ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  241. ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  242. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  243. ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  244. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
  245. βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
  246. ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
  247. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
  248. γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
  249. ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
  250. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
  251. καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
  252. τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
  253. ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
  254. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  255. οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
  256. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
  257. εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
  258. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  259. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  260. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  261. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  262. ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
  263. ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
  264. σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
  265. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  266. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
  267. πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
  268. αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
  269. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
  270. καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
  271. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  272. οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
  273. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
  274. ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
  275. ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
  276. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  277. ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
  278. οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
  279. ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
  280. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  281. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  282. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
  283. ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
  284. δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  285. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  286. ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  287. ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  288. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  289. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  290. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  291. πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  292. καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  293. εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  294. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  295. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  296. αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  297. ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  298. καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  299. τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
  300. τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  301. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  302. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  303. ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  304. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  305. ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  306. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  307. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  308. τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  309. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  310. ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  311. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  312. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  313. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  314. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  315. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  316. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  317. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.