Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  2. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  3. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  4. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  5. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  6. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  7. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  8. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  9. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  10. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  11. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  12. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.