Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  2. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  3. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  4. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  5. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  6. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  7. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  8. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,