Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  2. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  3. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  4. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  5. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  6. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  7. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  8. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.