Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  2. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  3. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  4. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  5. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  6. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  7. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  9. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  10. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  11. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  12. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  13. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  14. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  15. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  16. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.