Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  2. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  3. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  4. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  5. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  6. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  7. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  8. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  9. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  10. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  11. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  12. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  13. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  14. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  15. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  16. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  17. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  18. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  19. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  20. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  21. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  22. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  23. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  24. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  25. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  26. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  27. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  28. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  29. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  30. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  31. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  32. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  33. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  34. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  35. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  36. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  37. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  38. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  39. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  40. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  41. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  42. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  43. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  44. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  45. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  46. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  47. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  48. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  49. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  50. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  51. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  52. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  53. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  54. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  55. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  56. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  57. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  58. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  59. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  60. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  61. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  62. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  63. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  64. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  65. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  66. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  67. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  68. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  69. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  70. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  71. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  72. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  73. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  74. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  75. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  76. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  77. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  78. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  79. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  80. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  81. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  82. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  83. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  84. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  85. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  86. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  87. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  88. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  89. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  90. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  91. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  92. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  93. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  94. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  95. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  96. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  97. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  98. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  99. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  100. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  101. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  102. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  103. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  104. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  105. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  106. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  107. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  108. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  109. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  110. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  111. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  112. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  113. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  114. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  115. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  116. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  117. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  118. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  119. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  120. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  121. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  122. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  123. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  124. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  125. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  126. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  127. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  128. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  129. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  130. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  131. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  132. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  133. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  134. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  135. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  136. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  137. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  138. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  139. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  140. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  141. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  142. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  143. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  144. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  145. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  146. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  147. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  148. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  149. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  150. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  151. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  152. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  153. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  154. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  155. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  156. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  157. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  158. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  159. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  160. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  161. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  162. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  163. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  164. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  165. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  166. ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  167. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  168. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  169. Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  170. τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  171. ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  172. ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  173. ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  174. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  175. πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  176. πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  177. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  178. εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  179. Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
  180. Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
  181. ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
  182. αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
  183. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
  184. ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
  185. νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
  186. ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  187. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  188. εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  189. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  190. ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  191. ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  192. ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  193. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  194. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  195. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  196. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  197. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  198. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  199. ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  200. πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  201. τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
  202. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
  203. ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  204. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  205. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
  206. ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
  207. οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
  208. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  209. αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
  210. μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
  211. ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
  212. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  213. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  214. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  215. τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  216. πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  217. ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  218. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  219. ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  220. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  221. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  222. εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  223. τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.