Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  2. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  3. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  4. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  5. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  6. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  7. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  8. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  9. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  10. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  11. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  12. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.