Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  2. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  3. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
  4. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  5. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  6. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  7. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  8. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·