Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  2. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  3. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  4. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  5. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  6. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  7. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  8. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  9. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  10. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  11. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  12. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  13. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  14. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  15. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  16. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  17. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  18. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  19. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  20. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  21. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  22. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  23. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  24. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε