Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  • καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  • Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  • νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  • καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  • ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  • καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  • αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  • καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  • ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  • πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  • ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,