ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλωνἈργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκενηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧκαὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέαςἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,