Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  2. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  4. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  5. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  6. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  7. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  8. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  9. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  10. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  11. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  12. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  13. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  14. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  15. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  16. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  17. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  18. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  19. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  20. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  21. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  22. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  23. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  24. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  25. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  26. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  27. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  28. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  29. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  30. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  31. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  32. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  33. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  34. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  35. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  36. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  37. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  38. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  39. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  40. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  41. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  42. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  43. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  44. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  45. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  46. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  47. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  48. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  49. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  50. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  51. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  52. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  53. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  54. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  55. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  56. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  57. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  58. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  59. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  60. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  61. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  62. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  63. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  64. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  65. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  66. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  67. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  68. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  69. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  70. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  71. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  72. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  73. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  74. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  75. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  76. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  77. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  78. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  79. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  80. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  81. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  82. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  83. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  84. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  85. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  86. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  87. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  88. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  89. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  90. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  91. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  92. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  93. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  94. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  95. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  96. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  97. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  98. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  99. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  100. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  101. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  102. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  103. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  104. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  105. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  106. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  107. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  108. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  109. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  110. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  111. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  112. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  113. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  114. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  115. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  116. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  117. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  118. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  119. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  120. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  121. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  122. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  123. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  124. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  125. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  126. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  127. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  128. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  129. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  130. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  131. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  132. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  133. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  134. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  135. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  136. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  137. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  138. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  139. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  140. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  141. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  142. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  143. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  144. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  145. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  146. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  147. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  148. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  149. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  150. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  151. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  152. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  153. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  154. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ