Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  2. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  3. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  5. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  6. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  7. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  8. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  9. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  10. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  11. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  12. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  13. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  14. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  15. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  16. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  17. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  18. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.