Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  2. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  3. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  4. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  5. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  6. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  8. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  9. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  10. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  11. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  12. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  13. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  14. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  15. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  16. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  17. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  18. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  19. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  20. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  21. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  22. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  23. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  24. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  25. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  26. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  27. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  28. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  29. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  30. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  31. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  32. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  33. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  34. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  35. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  36. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  37. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  38. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  39. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  40. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  41. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  42. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  43. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  44. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  45. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  46. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  47. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  48. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  49. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  50. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  51. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  52. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  53. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  54. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  55. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  56. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  57. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  58. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  59. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  60. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  61. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  62. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  63. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  64. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  65. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  66. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  67. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  68. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  69. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  70. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  71. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  72. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  73. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  74. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  75. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  76. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  77. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  78. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.