Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  2. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  3. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  4. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  5. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  6. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  7. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  8. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  9. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;