Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  2. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  3. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  4. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  5. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  6. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  7. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.