Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  2. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  3. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  4. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  5. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  6. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  7. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  8. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  9. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  10. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  11. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  12. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  13. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  14. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  15. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  16. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  17. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  18. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  19. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  20. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.