Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  2. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  3. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  4. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  5. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  6. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  7. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  8. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  9. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  10. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  11. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  12. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  13. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  14. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  15. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  16. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  17. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  18. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  19. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  20. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  21. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  22. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  23. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  24. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  25. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  26. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  27. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  28. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  29. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  30. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  31. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  32. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  33. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι