Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  2. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  3. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  4. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  5. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  6. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  7. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  8. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  9. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  10. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  11. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  12. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  13. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  14. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  15. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  16. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν