Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  2. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  3. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  4. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  5. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  6. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  7. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  8. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.