Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  2. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  3. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  4. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  5. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  6. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  7. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  8. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  9. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  10. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  11. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  12. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  13. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  14. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  15. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  16. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  17. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  18. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  19. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  20. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  21. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  22. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  23. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  24. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  25. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  26. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  27. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  28. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  29. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  30. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  31. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  32. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  33. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,