Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
  2. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  3. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  4. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  5. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  6. ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  7. δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  8. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  9. πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  10. ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  11. μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  12. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  13. ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  14. ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  15. Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·