Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  2. εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
  3. εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
  4. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  5. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  6. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  7. πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  8. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  9. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  10. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
  11. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  12. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  13. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  14. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  15. ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  16. δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  17. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  18. πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  19. ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  20. μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  21. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  22. ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  23. ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  24. Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
  25. ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
  26. πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
  27. οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
  28. ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
  29. πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
  30. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
  31. παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
  32. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
  33. ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
  34. παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
  35. κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
  36. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  37. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
  38. ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  39. οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
  40. ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
  41. φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
  42. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  43. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  44. καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
  45. Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
  46. πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
  47. μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
  48. ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
  49. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
  50. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
  51. οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
  52. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
  53. ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
  54. νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  55. οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
  56. λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
  57. ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
  58. νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
  59. οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
  60. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
  61. ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
  62. ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
  63. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
  64. ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
  65. ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
  66. κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
  67. ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
  68. αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
  69. ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
  70. ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
  71. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
  72. οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
  73. σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
  74. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
  75. ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
  76. αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
  77. αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
  78. φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
  79. φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
  80. ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
  81. ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
  82. ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
  83. νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
  84. ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
  85. ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
  86. δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
  87. τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
  88. ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
  89. ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
  90. ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
  91. πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
  92. τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
  93. Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
  94. ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
  95. οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
  96. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
  97. κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
  98. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
  99. πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
  100. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
  101. οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
  102. εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
  103. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
  104. οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
  105. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  106. ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  107. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  108. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  109. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  110. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  111. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  112. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  113. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  114. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  115. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  116. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  117. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  118. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  119. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  120. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  121. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  122. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  123. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  124. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  125. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
  126. εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  127. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
  128. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  129. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
  130. εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
  131. ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
  132. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
  133. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
  134. ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
  135. εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
  136. τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
  137. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  138. ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
  139. λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
  140. ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
  141. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  142. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  143. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
  144. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
  145. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
  146. ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
  147. ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
  148. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
  149. καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
  150. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
  151. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  152. Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
  153. κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
  154. φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
  155. νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
  156. Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
  157. τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
  158. ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
  159. ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
  160. πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
  161. ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
  162. Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
  163. ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
  164. πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
  165. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  166. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  167. ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
  168. εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
  169. Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
  170. τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
  171. ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
  172. κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
  173. κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
  174. ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
  175. ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
  176. πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
  177. ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
  178. δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
  179. πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
  180. Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
  181. ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
  182. δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
  183. κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  184. τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
  185. πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
  186. πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
  187. ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
  188. ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
  189. Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  190. ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  191. ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  192. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  193. πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  194. Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  195. νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  196. ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  197. ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  198. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  199. ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  200. ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  201. ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  202. κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  203. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  204. ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  205. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  206. ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  207. ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  208. ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  209. αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  210. ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  211. κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  212. Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  213. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  214. ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  215. τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  216. ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  217. κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  218. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  219. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  220. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  221. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  222. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  223. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  224. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  225. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  226. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  227. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  228. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  229. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  230. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  231. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  232. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  233. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  234. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  235. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  236. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  237. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  238. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  239. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  240. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  241. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  242. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  243. ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
  244. ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
  245. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  246. σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
  247. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
  248. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
  249. ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
  250. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  251. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  252. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
  253. γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
  254. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  255. δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
  256. ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
  257. Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
  258. Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  259. ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
  260. ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
  261. ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
  262. οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
  263. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
  264. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
  265. νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
  266. ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
  267. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  268. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  269. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  270. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  271. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  272. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  273. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  274. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  275. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  276. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  277. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  278. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  279. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  280. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  281. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  282. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  283. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  284. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  285. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  286. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  287. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  288. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  289. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  290. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  291. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  292. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  293. αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  294. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  295. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  296. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  297. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  298. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  299. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  300. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  301. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  302. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  303. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  304. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  305. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  306. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  307. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  308. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  309. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  310. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  311. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  312. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  313. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  314. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  315. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  316. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  317. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  318. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  319. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  320. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  321. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  322. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  323. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  324. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  325. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  326. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  327. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  328. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  329. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  330. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  331. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  332. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  333. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  334. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  335. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  336. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  337. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  338. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  339. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  340. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  341. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  342. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  343. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  344. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  345. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  346. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  347. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  348. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  349. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  350. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  351. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  352. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
  353. ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
  354. ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
  355. ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
  356. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
  357. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
  358. εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
  359. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  360. αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
  361. ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
  362. αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
  363. θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
  364. Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
  365. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
  366. ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
  367. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
  368. αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
  369. πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
  370. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  371. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  372. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  373. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  374. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  375. ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
  376. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
  377. Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
  378. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  379. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
  380. ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  381. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  382. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  383. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  384. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  385. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  386. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  387. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  388. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  389. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  390. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  391. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  392. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  393. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  394. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  395. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  396. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  397. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  398. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  399. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  400. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  401. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  402. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  403. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  404. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  405. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  406. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  407. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  408. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  409. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  18. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  19. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  20. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
  21. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  22. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  23. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  24. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  25. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  26. ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
  27. ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
  28. ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
  29. ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  30. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  31. οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
  32. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
  33. ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
  34. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  35. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  36. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  37. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  38. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  39. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  40. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  41. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  42. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  43. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  44. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  45. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  46. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  47. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  48. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  49. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  51. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  52. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  53. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  54. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  55. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  56. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  57. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  58. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  59. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  60. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  61. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  62. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  63. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  64. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  65. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  66. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  67. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  68. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  69. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  70. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  71. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  72. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  73. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  74. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  75. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  76. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  77. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  78. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  79. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  80. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  81. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  82. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  83. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  84. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  85. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  86. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  87. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  88. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  89. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  90. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  91. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  92. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  93. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  94. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  95. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  96. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  97. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  98. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  99. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  100. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  101. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  102. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  103. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  104. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  105. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  106. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  107. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  108. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  109. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  110. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  111. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  112. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  113. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  114. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  115. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  116. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  117. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  118. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  119. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  120. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  121. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  122. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  123. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  124. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  125. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  126. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  127. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  128. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  129. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  130. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  131. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  132. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  133. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  134. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  135. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  136. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  137. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  138. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  139. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  140. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  141. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  142. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  143. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  144. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  145. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  146. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  147. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  148. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  149. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  150. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  151. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  152. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  153. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  154. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  155. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  156. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  157. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  158. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  159. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  160. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  161. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  162. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  163. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  164. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  165. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  166. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  167. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  168. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  169. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  170. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  171. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  172. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  173. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  174. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  175. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  176. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  177. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  178. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  179. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  180. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  181. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  182. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  183. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  184. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  185. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  186. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  187. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  188. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  189. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  190. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  191. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  192. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  193. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  194. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  195. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  196. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  197. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  198. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  199. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  200. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  201. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  202. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  203. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  204. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  205. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  206. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  207. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  208. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  209. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  210. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  211. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  212. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  213. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  214. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  215. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  216. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  217. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  218. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  219. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  220. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  221. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  222. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  223. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  224. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  225. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  226. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  227. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  228. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  229. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  230. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  231. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  232. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  233. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  234. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  235. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  236. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  237. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  238. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  239. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  240. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  241. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  242. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  243. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  244. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  245. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  246. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  247. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  248. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  249. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  250. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  251. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  252. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  253. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  254. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  255. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  256. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  257. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  258. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  259. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  260. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  261. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  262. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  263. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  264. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  265. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  266. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  267. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  268. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  269. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  270. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  271. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  272. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  273. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  274. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  275. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  276. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  277. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  278. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  279. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  280. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  281. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  282. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  283. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  284. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  285. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  286. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  287. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  288. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  289. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  290. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  291. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  292. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  293. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  294. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  295. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  296. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  297. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  298. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  299. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  300. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  301. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  302. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  303. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  304. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  305. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  306. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  307. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  308. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  309. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  310. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  311. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  312. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  313. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  314. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  315. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  316. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  317. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  318. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  319. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  320. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  321. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  322. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  323. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  324. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  325. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  326. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  327. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  328. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  329. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  330. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  331. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  332. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  333. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  334. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  335. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  336. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  337. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  338. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  339. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  340. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  341. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  342. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  343. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  344. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  345. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  346. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  347. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  348. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  349. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  350. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  351. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  352. ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  353. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  354. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  355. Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  356. τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  357. ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  358. ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  359. ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  360. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  361. πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  362. πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  363. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  364. εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  365. Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
  366. Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
  367. ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
  368. αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
  369. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
  370. ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
  371. νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
  372. ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  373. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  374. εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  375. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  376. ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  377. ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  378. ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  379. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  380. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  381. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  382. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  383. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  384. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  385. ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  386. πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  387. τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
  388. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
  389. ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  390. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  391. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
  392. ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
  393. οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
  394. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  395. αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
  396. μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
  397. ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
  398. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  399. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  400. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  401. τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  402. πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  403. ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  404. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  405. ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  406. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  407. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  408. εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  409. τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
  410. πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
  411. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
  412. αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
  413. λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
  414. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
  415. καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
  416. αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
  417. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
  418. ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
  419. ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
  420. ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
  421. τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
  422. καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
  423. ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
  424. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  425. ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  426. αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
  427. ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  428. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  429. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
  430. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  431. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  432. καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
  433. ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
  434. τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
  435. τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
  436. τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
  437. πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
  438. εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
  439. ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
  440. ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  441. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  442. φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  443. τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  444. ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  445. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  446. ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  447. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  448. φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  449. ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  450. ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  451. ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  452. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  453. ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  454. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
  455. βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
  456. ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
  457. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
  458. γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
  459. ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
  460. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
  461. καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
  462. τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
  463. ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
  464. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  465. οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
  466. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
  467. εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
  468. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  469. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  470. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  471. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  472. ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
  473. ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
  474. σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
  475. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  476. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
  477. πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
  478. αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
  479. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
  480. καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
  481. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  482. οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
  483. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
  484. ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
  485. ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
  486. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  487. ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
  488. οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
  489. ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
  490. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  491. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  492. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
  493. ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
  494. δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  495. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  496. ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  497. ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  498. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  499. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  500. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  501. πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  502. καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  503. εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  504. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  505. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  506. αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  507. ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  508. καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  509. τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
  510. τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  511. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  512. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  513. ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  514. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  515. ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  516. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  517. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  518. τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  519. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  520. ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  521. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  522. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  523. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  524. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  525. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  526. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  527. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  528. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  529. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  530. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  531. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  532. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  533. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  534. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  535. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  536. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  537. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  538. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  539. κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
  540. ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  541. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
  542. δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
  543. μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
  544. κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
  545. πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
  546. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
  547. κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
  548. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
  549. αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
  550. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  551. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  552. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  553. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  554. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  555. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  556. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  557. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  558. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  559. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  560. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  561. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  562. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  563. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  564. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  565. τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  566. οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  567. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  568. Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  569. οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  570. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  571. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  572. ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  573. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  574. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  575. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  576. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  577. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  578. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  579. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  580. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  581. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  582. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  583. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  584. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  585. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  586. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  587. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  588. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  589. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  590. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  591. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  592. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  593. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  594. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  595. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  596. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  597. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  598. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  599. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  600. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  601. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  602. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  603. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
  604. πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
  605. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
  606. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  607. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  608. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  609. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
  610. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  611. αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  612. τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  613. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  614. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  615. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  616. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  617. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  618. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  619. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  620. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  621. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
  622. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  623. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  624. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  625. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  626. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  627. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  628. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  629. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  630. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  631. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  632. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  633. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  634. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  635. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  636. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  637. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  638. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  639. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  640. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  641. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  642. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  643. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  644. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  645. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  646. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  647. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  648. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  649. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  650. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  651. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  652. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  653. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  654. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  655. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  656. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  657. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  658. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  659. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  660. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  661. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  662. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  663. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  664. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  665. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  666. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  667. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  668. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  669. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  670. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  671. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  672. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  673. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  674. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  675. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  676. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  677. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  678. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  679. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  680. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  681. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  682. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  683. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  684. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  685. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  686. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  687. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  688. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  689. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  690. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  691. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  692. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  693. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  694. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  695. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  696. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  697. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  698. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  699. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  700. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  701. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  702. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  703. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  704. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
  705. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  706. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  707. κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
  708. νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
  709. ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
  710. ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
  711. τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
  712. οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
  713. θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
  714. πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
  715. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
  716. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  717. δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
  718. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
  719. οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
  720. πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
  721. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  722. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  723. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  724. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  725. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  726. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  727. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  728. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  729. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  730. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  731. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  732. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  733. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  734. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  735. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  736. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  737. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  738. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  739. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  740. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  741. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  742. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  743. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  744. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  745. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  746. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
  747. μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
  748. ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  749. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  750. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  751. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  752. εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
  753. ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
  754. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
  755. πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
  756. ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
  757. δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
  758. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
  759. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
  760. εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
  761. ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
  762. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
  763. εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
  764. ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
  765. τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
  766. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
  767. ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
  768. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  769. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  770. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  771. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  772. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  773. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  774. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  775. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  776. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  777. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
  778. ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
  779. βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  780. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
  781. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  782. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
  783. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
  784. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
  785. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  786. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  787. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  788. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  789. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  790. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  791. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  792. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  793. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  794. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  795. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  796. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  797. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  798. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  799. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  800. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  801. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  802. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  803. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  804. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  805. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  806. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  807. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  808. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  809. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  810. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  811. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  812. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  813. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  814. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  815. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  816. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  817. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  818. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  819. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  820. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  821. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  822. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  823. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  824. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  825. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  826. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  827. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  828. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  829. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  830. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  831. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  832. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  833. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  834. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  835. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  836. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  837. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  838. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  839. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  840. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  841. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  842. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  843. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  844. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  845. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  846. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  847. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
  4. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  5. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  6. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  7. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  8. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  9. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  11. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  12. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  13. ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  14. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  16. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  17. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  18. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  19. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  24. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  26. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  27. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  28. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  29. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  31. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  32. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  33. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  34. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  36. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  37. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  39. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  40. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  41. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  42. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  44. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  46. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  47. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  48. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  49. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  50. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  51. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  52. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  53. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  54. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  56. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  57. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  58. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  59. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  60. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  61. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  62. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  63. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  64. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  65. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  66. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  67. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  68. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  69. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  70. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  71. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  72. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  73. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  74. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  75. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  76. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  77. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  78. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  79. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  80. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  81. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  82. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  83. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  84. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  85. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  86. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  87. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  88. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  89. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  90. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  91. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  92. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  93. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  94. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  95. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  96. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  97. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  98. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  99. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  100. τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  101. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  102. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  103. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  104. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  105. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  106. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  107. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  108. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  109. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  110. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  111. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  112. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  113. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  114. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  115. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  116. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  117. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  118. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  119. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  120. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
  121. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  122. τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  123. ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  124. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  125. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  126. ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  127. νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  128. Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
  129. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  130. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  131. οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  132. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  133. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  134. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  135. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  136. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
  137. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  138. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
  139. ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
  140. πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
  141. οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  142. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  143. αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
  144. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
  145. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  146. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  147. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  148. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  149. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  150. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
  151. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
  152. δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
  153. νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
  154. ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
  155. ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
  156. ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
  157. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
  158. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  159. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
  160. κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
  161. φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
  162. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
  163. εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
  164. ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
  165. αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
  166. ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
  167. εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
  168. ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
  169. αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  170. οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
  171. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  172. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  173. ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  174. ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  175. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  176. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  177. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  178. εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  179. μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  180. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
  181. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  182. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
  183. οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
  184. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  185. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  186. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  187. μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  188. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
  189. αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
  190. καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
  191. θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
  192. ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
  193. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  194. ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
  195. καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
  196. Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
  197. ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
  198. αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
  199. τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
  200. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  201. αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
  202. τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
  203. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  204. οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  205. αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
  206. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
  207. κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  208. ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
  209. ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
  210. σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
  211. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
  212. οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
  213. θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
  214. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  215. πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  216. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  217. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  218. ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
  219. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  220. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  221. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  222. τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  223. ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  224. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
  225. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
  226. ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
  227. τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
  228. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  229. αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
  230. αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  231. λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  232. καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
  233. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
  234. δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
  235. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
  236. στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
  237. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
  238. νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
  239. κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
  240. αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
  241. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  242. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  243. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  244. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  245. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  246. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
  247. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  248. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  249. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  250. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  251. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  252. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  253. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  254. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  255. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  256. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  257. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  258. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  259. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
  260. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
  261. μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
  262. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
  263. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  264. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  265. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  266. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  267. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  268. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  269. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  270. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  271. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν