Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  • σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
  • ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
  • πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
  • κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
  • οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  • εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
  • εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.