Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
  2. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
  3. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  4. εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
  5. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
  6. πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
  7. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
  8. δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  9. σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.