Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  2. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  3. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  4. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  5. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  6. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  7. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
  8. οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  9. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  10. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
  11. θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη