Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  2. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  3. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  4. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  5. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  6. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  7. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  8. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  9. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  10. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε