Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
  2. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
  3. οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
  4. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
  5. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  6. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  7. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  8. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  9. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  10. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  11. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  12. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  13. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  14. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
  15. οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  16. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  17. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
  18. θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
  19. θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
  20. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
  21. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  22. εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
  23. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
  24. πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
  25. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
  26. δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  27. σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
  28. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
  29. πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
  30. κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
  31. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  32. εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
  33. εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
  34. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  35. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  36. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  37. πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  38. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  39. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  40. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
  41. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  42. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  43. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  44. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  45. ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  46. δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  47. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  48. πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  49. ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  50. μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  51. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  52. ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  53. ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  54. Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
  55. ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
  56. πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
  57. οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
  58. ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
  59. πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
  60. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
  61. παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
  62. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
  63. ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
  64. παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
  65. κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
  66. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  67. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
  68. ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  69. οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
  70. ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
  71. φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
  72. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  73. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  74. καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
  75. Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
  76. πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
  77. μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
  78. ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
  79. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
  80. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
  81. οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
  82. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
  83. ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
  84. νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  85. οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
  86. λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
  87. ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
  88. νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
  89. οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
  90. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
  91. ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
  92. ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
  93. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
  94. ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
  95. ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
  96. κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
  97. ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
  98. αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
  99. ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
  100. ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
  101. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
  102. οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
  103. σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
  104. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
  105. ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
  106. αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
  107. αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
  108. φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
  109. φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
  110. ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
  111. ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
  112. ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
  113. νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
  114. ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
  115. ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
  116. δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
  117. τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
  118. ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
  119. ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
  120. ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
  121. πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
  122. τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
  123. Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
  124. ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
  125. οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
  126. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
  127. κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
  128. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
  129. πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
  130. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
  131. οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
  132. εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
  133. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
  134. οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
  135. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  136. ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  137. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  138. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  139. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  140. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  141. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  142. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  143. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  144. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  145. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  146. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  147. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  148. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  149. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  150. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  151. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  152. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  153. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  154. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  155. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
  156. εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  157. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
  158. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  159. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
  160. εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
  161. ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
  162. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
  163. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
  164. ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
  165. εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
  166. τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
  167. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  168. ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
  169. λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
  170. ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
  171. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  172. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  173. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
  174. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
  175. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
  176. ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
  177. ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
  178. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
  179. καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
  180. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
  181. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  182. Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
  183. κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
  184. φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
  185. νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
  186. Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
  187. τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
  188. ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
  189. ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
  190. πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
  191. ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
  192. Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
  193. ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
  194. πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
  195. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  196. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  197. ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
  198. εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
  199. Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
  200. τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
  201. ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
  202. κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
  203. κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
  204. ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
  205. ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
  206. πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
  207. ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
  208. δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
  209. πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
  210. Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
  211. ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
  212. δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
  213. κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  214. τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
  215. πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
  216. πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
  217. ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
  218. ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
  219. Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  220. ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  221. ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  222. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  223. πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  224. Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  225. νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  226. ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  227. ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  228. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  229. ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  230. ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  231. ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  232. κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  233. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  234. ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  235. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  236. ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  237. ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  238. ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  239. αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  240. ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  241. κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  242. Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  243. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  244. ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  245. τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  246. ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  247. κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  248. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  249. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  250. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  251. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  252. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  253. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  254. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  255. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  256. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  257. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  258. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  259. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  260. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  261. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  262. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  263. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  264. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  265. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  266. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  267. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  268. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  269. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  270. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  271. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  272. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  273. ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
  274. ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
  275. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  276. σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
  277. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
  278. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
  279. ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
  280. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  281. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  282. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
  283. γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
  284. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  285. δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
  286. ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
  287. Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
  288. Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  289. ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
  290. ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
  291. ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
  292. οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
  293. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
  294. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
  295. νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
  296. ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
  297. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  298. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  299. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  300. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  301. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  302. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  303. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  304. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  305. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  306. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  307. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  308. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  309. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  310. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  311. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  312. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  313. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  314. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  315. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  316. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  317. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  318. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  319. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  320. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  321. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  322. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  323. αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  324. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  325. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  326. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  327. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  328. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  329. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  330. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  331. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  332. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  333. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  334. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  335. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  336. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  337. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  338. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  339. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  340. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  341. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  342. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  343. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  344. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  345. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  346. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  347. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  348. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  349. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  350. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  351. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  352. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  353. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  354. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  355. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  356. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  357. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  358. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  359. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  360. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  361. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  362. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  363. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  364. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  365. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  366. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  367. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  368. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  369. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  370. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  371. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  372. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  373. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  374. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  375. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  376. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  377. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  378. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  379. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  380. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  381. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  382. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
  383. ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
  384. ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
  385. ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
  386. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
  387. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
  388. εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
  389. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  390. αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
  391. ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
  392. αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
  393. θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
  394. Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
  395. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
  396. ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
  397. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
  398. αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
  399. πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
  400. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  401. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  402. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  403. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  404. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  405. ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
  406. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
  407. Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
  408. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  409. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
  410. ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  411. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  412. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  413. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  414. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  415. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  416. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  417. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  418. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  419. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  420. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  421. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  422. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  423. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  424. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  425. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  426. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  427. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  428. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  429. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  430. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  431. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  432. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  433. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  434. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  435. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  436. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  437. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  438. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  439. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  18. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  19. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  20. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
  21. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  22. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  23. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  24. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  25. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  26. ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
  27. ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
  28. ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
  29. ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  30. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  31. οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
  32. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
  33. ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
  34. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  35. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  36. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  37. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  38. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  39. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  40. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  41. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  42. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  43. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  44. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  45. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  46. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  47. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  48. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  49. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  51. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  52. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  53. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  54. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  55. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  56. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  57. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  58. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  59. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  60. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  61. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  62. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  63. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  64. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  65. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  66. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  67. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  68. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  69. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  70. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  71. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  72. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  73. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  74. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,