Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
  2. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
  3. οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
  4. αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  5. κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
  6. ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
  7. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
  8. αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
  9. σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
  10. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
  11. οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
  12. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
  13. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  14. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  15. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  16. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  17. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  18. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  19. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  20. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  21. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  22. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
  23. οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  24. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  25. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
  26. θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
  27. θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
  28. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
  29. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  30. εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
  31. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
  32. πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
  33. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
  34. δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  35. σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
  36. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
  37. πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
  38. κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
  39. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  40. εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
  41. εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
  42. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  43. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  44. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  45. πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  46. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  47. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  48. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
  49. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  50. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  51. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  52. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  53. ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  54. δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  55. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  56. πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  57. ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  58. μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  59. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  60. ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  61. ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  62. Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
  63. ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
  64. πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
  65. οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
  66. ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
  67. πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
  68. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
  69. παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
  70. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
  71. ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
  72. παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
  73. κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
  74. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  75. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
  76. ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  77. οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
  78. ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
  79. φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
  80. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  81. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  82. καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
  83. Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
  84. πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
  85. μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
  86. ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
  87. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
  88. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
  89. οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
  90. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
  91. ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
  92. νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  93. οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
  94. λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
  95. ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
  96. νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
  97. οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
  98. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
  99. ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
  100. ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
  101. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
  102. ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
  103. ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
  104. κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
  105. ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
  106. αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
  107. ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
  108. ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
  109. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
  110. οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
  111. σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
  112. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
  113. ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
  114. αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
  115. αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
  116. φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.