Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  2. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  3. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  4. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  5. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  6. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  7. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  8. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  9. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  10. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  11. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,