Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  2. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  3. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  4. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  5. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  6. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  7. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  9. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  10. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  11. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  12. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  13. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  14. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  18. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  19. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.