Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  2. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  4. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  5. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  6. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  7. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  8. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  9. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  10. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  11. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  12. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  13. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  14. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  15. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  16. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  17. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  18. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  19. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  20. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  21. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  22. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  23. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,