Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  2. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  3. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  4. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  5. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  6. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  7. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  8. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  9. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.