Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  2. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  3. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  4. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  5. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  6. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  7. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  8. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  9. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  10. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  11. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  12. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  13. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  14. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  15. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  16. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην