Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
  2. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
  3. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
  4. εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
  5. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  6. αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
  7. ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
  8. αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
  9. θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
  10. Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
  11. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
  12. ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
  13. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
  14. αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
  15. πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
  16. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  17. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  18. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  19. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  20. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  21. ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
  22. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
  23. Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
  24. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  25. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
  26. ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  27. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  28. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  29. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  30. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  31. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  32. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  33. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  34. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  35. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  36. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  37. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  38. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  39. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  40. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  41. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  42. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  43. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  44. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  45. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  46. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  47. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  48. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  49. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  50. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  51. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  52. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  53. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  54. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  55. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  18. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  19. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  20. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
  21. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  22. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  23. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  24. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  25. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  26. ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
  27. ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
  28. ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
  29. ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  30. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  31. οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
  32. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
  33. ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
  34. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  35. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  36. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  37. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  38. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  39. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  40. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  41. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  42. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  43. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  44. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  45. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  46. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  47. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  48. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  49. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  51. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  52. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  53. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  54. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  55. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  56. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  57. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  58. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  59. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  60. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  61. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  62. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  63. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  64. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  65. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  66. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  67. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  68. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  69. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  70. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  71. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  72. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  73. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  74. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  75. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  76. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  77. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  78. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  79. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  80. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  81. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  82. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  83. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  84. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  85. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  86. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  87. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  88. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  89. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  90. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  91. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  92. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  93. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  94. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  95. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  96. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  97. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  98. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  99. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  100. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  101. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  102. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  103. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  104. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  105. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  106. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  107. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  108. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  109. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  110. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  111. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  112. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  113. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  114. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  115. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  116. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  117. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  118. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  119. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  120. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  121. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  122. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  123. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  124. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  125. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  126. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  127. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  128. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  129. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  130. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  131. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  132. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  133. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  134. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  135. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  136. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  137. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  138. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  139. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  140. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  141. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  142. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  143. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  144. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  145. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  146. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  147. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  148. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  149. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  150. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  151. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  152. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  153. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  154. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  155. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  156. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  157. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  158. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  159. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  160. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  161. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  162. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  163. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  164. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  165. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  166. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  167. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  168. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  169. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  170. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  171. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  172. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  173. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  174. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  175. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  176. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  177. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  178. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  179. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  180. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  181. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  182. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  183. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  184. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  185. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  186. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  187. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  188. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  189. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  190. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  191. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  192. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  193. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  194. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  195. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  196. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  197. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  198. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  199. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  200. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  201. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  202. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  203. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  204. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  205. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  206. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  207. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  208. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  209. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  210. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  211. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  212. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  213. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  214. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  215. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  216. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  217. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  218. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  219. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  220. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  221. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  222. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  223. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  224. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  225. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  226. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  227. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  228. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  229. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  230. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  231. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  232. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  233. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  234. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  235. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  236. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  237. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  238. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  239. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  240. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  241. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  242. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  243. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  244. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  245. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  246. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  247. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  248. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  249. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  250. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  251. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  252. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  253. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  254. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  255. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  256. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  257. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  258. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  259. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  260. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  261. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  262. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  263. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  264. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  265. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  266. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  267. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  268. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  269. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  270. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  271. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  272. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  273. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  274. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  275. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·