Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  2. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  3. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  4. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  5. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
  6. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  7. τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
  8. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
  9. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
  10. οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
  11. αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  12. κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς