Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  2. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  3. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  4. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  5. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  6. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  7. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
  8. ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς