Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  2. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  3. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  4. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  5. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  6. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
  7. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  8. τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
  9. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
  10. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
  11. οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
  12. αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  13. κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
  14. ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
  15. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
  16. αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
  17. σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
  18. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
  19. οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
  20. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
  21. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  22. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  23. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  24. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  25. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,