Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  2. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  3. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  5. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  6. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  7. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  8. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,