Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
  2. Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
  3. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  4. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  5. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  6. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  7. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  8. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
  9. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·