Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  2. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  3. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  4. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  5. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  6. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  7. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  8. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  9. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  10. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  11. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·