Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  2. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  3. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  4. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  5. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  6. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  7. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  8. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  9. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  10. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  11. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  12. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  13. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  14. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  15. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  16. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  17. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  18. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  19. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  20. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  21. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  22. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  23. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  24. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.