Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  2. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  3. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  4. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  5. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  6. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  7. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  8. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  9. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  10. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  11. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  12. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  13. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  14. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  15. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  16. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  17. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  18. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  19. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  20. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  21. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  22. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  23. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  24. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  25. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  26. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  27. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  28. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  29. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  30. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  31. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  32. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  33. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  34. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  35. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  36. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  37. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  38. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  39. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  40. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  41. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  42. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
  43. ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
  44. ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
  45. ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
  46. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
  47. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
  48. εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
  49. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  50. αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
  51. ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
  52. αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
  53. θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
  54. Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
  55. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
  56. ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
  57. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
  58. αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
  59. πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
  60. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  61. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  62. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  63. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  64. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  65. ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
  66. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
  67. Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
  68. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  69. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
  70. ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  71. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  72. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  73. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  74. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  75. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  76. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  77. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  78. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  79. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  80. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  81. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  82. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  83. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  84. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  85. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  86. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  87. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  88. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  89. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  90. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  91. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  92. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  93. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  94. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  95. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  96. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  97. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  98. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  99. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς