Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  2. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  3. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  4. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  5. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  6. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  7. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  8. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  9. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  10. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,