Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  2. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  3. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  4. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  5. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  6. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  7. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.