Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  2. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  3. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  4. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  5. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  6. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  7. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  8. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,