Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  2. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  3. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  4. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  5. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  6. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  7. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  8. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.