Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  2. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  3. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  4. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  5. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  6. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  7. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  8. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  9. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  10. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  11. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  12. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  13. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  14. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  15. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  16. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  17. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  18. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,